Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.27 Dem. 29.30 (English) >>Dem. 29.34

29.29οὐχ ὅτι τὸν Μιλύαν ἐκώλυον βασανίζειν, οὐδʼ ὅτι τοῦτον ἐλεύθερον ὡμολόγησεν, οἱ δὲ μάρτυρες οἵδʼ ἐμαρτύρησαν, ἀλλʼ ὅτι πολλὰ τῶν ἐμῶν ἐξηλέγχθη λαβὼν καὶ τὸν οἶκον οὐκ ἐμίσθωσεν τῶν νόμων κελευόντων καὶ τοῦ πατρὸς ἐν τῇ διαθήκῃ γράψαντος, ὡς ἐγὼ σαφῶς ὑμῖν ἐπιδείξω· ταῦτα μὲν γὰρ ἦν πᾶσιν ἰδεῖν, οἱ νόμοι καὶ τὸ πλῆθος ὧν οὗτοι διηρπάκεσαν χρημάτων· τὸν Μιλύαν δʼ οὐδʼ ὅστις ἔστιν οὐδεὶς ᾔδει. γνώσεσθε δʼ ἐκ τῶν ἐγκεκλημένων ὅτι ταῦθʼ οὕτως ἔχοντʼ ἐστίν.

29.30ἐγὼ γάρ, ἄνδρες δικασταί, τὴν δίκην ἔλαχον τούτῳ τῆς ἐπιτροπῆς οὐχ ἓν τίμημα συνθείς, ὥσπερ ἂν εἴ τις συκοφαντεῖν ἐπιχειρῶν, ἀλλʼ ἕκαστον ἐγγράψας καὶ πόθεν λαβὼν καὶ πόσον τὸ πλῆθος καὶ παρὰ τοῦ, καὶ οὐδαμοῦ τὸν Μιλύαν παρέγραψʼ ὡς εἰδότα τι τούτων. 29.31ἔστιν οὖν τοῦ μὲν ἐγκλήματος ἀρχήτάδʼ ἐγκαλεῖ Δημοσθένης Ἀφόβῳ· ἔχει μου χρήματʼ Ἄφοβος ἀπʼ ἐπιτροπῆς ἐχόμενα, ὀγδοήκοντα μὲν μνᾶς, ἣν ἔλαβεν προῖκα τῆς μητρὸς κατὰ τὴν διαθήκην τοῦ πατρός.” τοῦτο πρῶτόν ἐστιν τῶν χρημάτων ὧν ἀπεστερῆσθαί φημι. τοῖς δὲ μάρτυσιν τί μεμαρτύρηται; “μαρτυροῦσιν παραγενέσθαι πρὸς τῷ διαιτητῇ Νοθάρχῳ, ὅτε Ἄφοβος ὡμολόγει Μιλύαν ἐλεύθερον εἶναι, ἀφεθέντα ὑπὸ τοῦ Δημοσθένους πατρός.” 29.32σκοπεῖτε τοίνυν παρʼ ὑμῖν αὐτοῖς, εἴ τις ἂν ὑμῖν ῥήτωρ σοφιστὴς γόης οὕτω θαυμάσιος δοκεῖ γενέσθαι καὶ λέγειν δεινός, ὥστʼ ἐκ ταύτης τῆς μαρτυρίας διδάξαι τινʼ ἀνθρώπων, ὡς ἔχει τὴν προῖκʼ Ἄφοβος τῆς μητρὸς τῆς ἑαυτοῦ. καὶ τί λέγων, πρὸς Διός; “ὡμολόγησεν εἶναι Μιλύαν ἐλεύθερον;” καὶ τί μᾶλλον ἔχων τὴν προῖκα; οὐδὲν ἂν δήπου διὰ τοῦτό γε δόξειεν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 29.27 Dem. 29.30 (English) >>Dem. 29.34

Powered by PhiloLogic